Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.116 Joseph. AJ 14.121 (English) >>Joseph. AJ 14.126

14.119

Κράσσος δὲ πάντα διοικήσας ὃν αὐτὸς ἐβούλετο τρόπον ἐξώρμησεν ἐπὶ τὴν Παρθυαίαν· καὶ αὐτὸς μὲν σὺν ἅπαντι διεφθάρη τῷ στρατῷ, ὡς καὶ ἐν ἄλλοις δεδήλωται, Κάσσιος δὲ εἰς Συρίαν φυγὼν καὶ περιποιησάμενος αὐτὴν Πάρθοις ἐμποδὼν ἦν ἐκτρέχουσιν ἐπʼ αὐτὴν διὰ τὴν κατὰ Κράσσου νίκην. 14.120αὖθις δʼ εἰς Τύρον ἀφικόμενος ἀνέβη καὶ εἰς τὴν Ἰουδαίαν. Ταριχέας μὲν οὖν εὐθὺς προσπεσὼν αἱρεῖ καὶ περὶ τρισμυρίους ἀνθρώπους ἀνδραποδίζει, Πειθόλαον δὲ τὸν τὴν Ἀριστοβούλου στάσιν διαδεδεγμένον κτείνει πρὸς τοῦτʼ αὐτὸν Ἀντιπάτρου παραστησαμένου, 14.121 πολύ τε καὶ παρʼ αὐτῷ συνέβαινε δύνασθαι καὶ πλείστου τότε ἄξιος ἦν καὶ παρὰ Ἰουδαίων οἷς παρὼν ἄγεται γυναῖκα τῶν ἐπισήμων ἐξ Ἀραβίας Κύπρον ὄνομα, ἐξ ἧς αὐτῷ τέσσαρες ἐγένοντο παῖδες, Φασάηλος καὶ Ἡρώδης, ὃς ὕστερον βασιλεὺς γίνεται, Ἰώσηπός τε καὶ Φερώρας, θυγάτηρ τε Σαλώμη. 14.122οὗτος Ἀντίπατρος ἐπεποίητο καὶ πρὸς τοὺς ἄλλους δυνάστας φιλίαν τε καὶ ξενίαν, μάλιστα δὲ πρὸς τὸν Ἀράβων, καὶ τὰ τέκνα πολεμῶν πρὸς Ἀριστόβουλον παρέθετο. Κάσσιος μὲν οὖν ἀναστρατευσάμενος ἐπὶ τὸν Εὐφράτην ἠπείγετο ὑπαντιάσων τοῖς ἐκεῖθεν ἐπιοῦσιν, ὡς καὶ ὑπʼ ἄλλων δεδήλωται. 14.123

Χρόνῳ δʼ ὕστερον Καῖσαρ κατασχὼν Ῥώμην μετὰ τὸ Πομπήιον καὶ τὴν σύγκλητον φυγεῖν πέραν τοῦ Ἰονίου παραλύσας τῶν δεσμῶν Ἀριστόβουλον εἰς Συρίαν πέμπειν διεγνώκει δύο παραδοὺς αὐτῷ τάγματα, ὡς ἂν εὐτρεπίζοι τὰ κατʼ αὐτὴν δυνατὸς ὤν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.116 Joseph. AJ 14.121 (English) >>Joseph. AJ 14.126

Powered by PhiloLogic